Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.61 Joseph. AJ 11.66 (English) >>Joseph. AJ 11.71

11.64

Τυχὼν οὖν τούτων παρὰ τοῦ βασιλέως Ζοροβάβηλος ἐξελθὼν ἀπὸ τῶν βασιλείων καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐχαριστεῖν ἤρξατο τῷ θεῷ τῆς σοφίας καὶ τῆς ἐπʼ αὐτῇ νίκης, ἣν Δαρείου παρόντος ἔλαβεν· οὐ γὰρ ἂν τούτων ἀξιωθῆναι μὴ σοῦ, φησί, δέσποτα, 11.65τυχὼν εὐμενοῦς.” ταῦτʼ οὖν περὶ τῶν παρόντων εὐχαριστήσας τῷ θεῷ καὶ πρὸς τὰ μέλλοντα δεηθεὶς αὑτὸν παρέχειν ὅμοιον, ἧκεν εἰς Βαβυλῶνα καὶ τοῖς ὁμοφύλοις εὐηγγελίσατο τὰ παρὰ τοῦ βασιλέως. 11.66οἱ δὲ ἀκούσαντες εὐχαριστοῦσι μὲν τῷ θεῷ πάλιν αὐτοῖς ἀποδιδόντι τὴν πάτριον γῆν, εἰς δὲ πότον καὶ κώμους τραπέντες ἐφʼ ἡμέρας ἑπτὰ διήγαγον εὐωχούμενοι καὶ τὴν ἀνάκτησιν καὶ παλιγγενεσίαν τῆς πατρίδος ἑορτάζοντες. 11.67ἔπειτα τοὺς ἀναβησομένους εἰς τὰ Ἱεροσόλυμα ἡγεμόνας ἐκ τῶν πατρίων φυλῶν σὺν γυναιξὶ καὶ τέκνοις καὶ ὑποζυγίοις ἐπελέξαντο, οἳ Δαρείου συμπέμψαντος ἕως τῶν Ἱεροσολύμων ὥδευον μετὰ χαρᾶς καὶ τρυφῆς, ψαλλόμενοι καὶ καταυλούμενοι καὶ περιψοφούμενοι τοῖς κυμβάλοις. προέπεμπε δὲ αὐτοὺς καὶ τὸ ὑπολειπόμενον τῶν Ἰουδαίων πλῆθος μετὰ παιδιᾶς. 11.68

Καὶ οἱ μὲν οὕτως ἀπῄεσαν ἐξ ἑκάστης πατριᾶς ἀριθμὸς ὄντες ὡρισμένος. ἐμοὶ δὲ οὐκ ἔδοξε τὰ τῶν πατριῶν καταλέγειν ὀνόματα, ἵνα μὴ τὴν τῶν ἀναγινωσκόντων διάνοιαν τῆς συναφῆς τῶν πραγμάτων ἀποσπάσας δυσπαρακολούθητον αὐτοῖς ποιήσω τὴν διήγησιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.61 Joseph. AJ 11.66 (English) >>Joseph. AJ 11.71

Powered by PhiloLogic